Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.207 Dem. 21.211 (English) >>Dem. 21.213

21.209ἐνθυμεῖσθʼ, ἄνδρες δικασταί, εἰ γένοιντο ( μὴ γένοιτʼ οὐδʼ ἔσται) οὗτοι κύριοι τῆς πολιτείας μετὰ Μειδίου καὶ τῶν ὁμοίων τούτῳ, καί τις ὑμῶν τῶν πολλῶν καὶ δημοτικῶν ἁμαρτὼν εἴς τινα τούτων, μὴ τοιαῦθʼ οἷα Μειδίας εἰς ἐμέ, ἀλλʼ ὁτιοῦν ἄλλο, εἰς δικαστήριον εἰσίοι πεπληρωμένον ἐκ τούτων, τίνος συγγνώμης τίνος λόγου τυχεῖν ἂν οἴεσθε; ταχύ γʼ ἂν χαρίσαιντο, οὐ γάρ; δεηθέντι τῳ τῶν πολλῶν πρόσσχοιεν, ἀλλʼ οὐκ ἂν εὐθέως εἴποιεντὸν δὲ βάσκανον, τὸν δʼ ὄλεθρον, τοῦτον δʼ ὑβρίζειν, ἀναπνεῖν δέ; ὃν εἴ τις ἐᾷ ζῆν, ἀγαπᾶν δεῖ;” 21.210μὴ τοίνυν, ἄνδρες Ἀθηναῖοι, τούτοις τοῖς οὕτω χρησαμένοις ἂν ὑμῖν ἄλλως πως ἔχεθʼ ὑμεῖς, μηδὲ τὸν πλοῦτον μηδὲ τὴν δόξαν τὴν τούτων θαυμάζετε, ἀλλʼ ὑμᾶς αὐτούς. πολλὰ τούτοις ἀγάθʼ ἐστίν, τούτους οὐδεὶς κωλύει κεκτῆσθαι· μὴ τοίνυν μηδʼ οὗτοι τὴν ἄδειαν, ἣν ἡμῖν κοινὴν οὐσίαν οἱ νόμοι παρέχουσι, κωλυόντων κεκτῆσθαι. 21.211οὐδὲν δεινὸν οὐδʼ ἐλεινὸν Μειδίας πείσεται, ἂν ἴσα κτήσηται τοῖς πολλοῖς ὑμῶν, οὓς νῦν ὑβρίζει καὶ πτωχοὺς ἀποκαλεῖ, δὲ νῦν περιόντʼ αὐτὸν ὑβρίζειν ἐπαίρει, περιαιρεθῇ. οὐδʼ οὗτοι δήπου ταῦθʼ ὑμῶν εἰσι δίκαιοι δεῖσθαι, “μὴ κατὰ τοὺς νόμους δικάσητʼ, ἄνδρες δικασταί· μὴ βοηθήσητε τῷ πεπονθότι δεινά· μὴ εὐορκεῖτε· ἡμῖν δότε τὴν χάριν ταύτην.” ταῦτα γάρ, ἄν τι δέωνται περὶ τούτου, δεήσονται, κἂν μὴ ταῦτα λέγωσι τὰ ῥήματα.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.207 Dem. 21.211 (English) >>Dem. 21.213

Powered by PhiloLogic